- 텍스트

Plutarch, De vitando aere alieno, chapter, section 3

(플루타르코스, De vitando aere alieno, chapter, section 3)

αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη:? καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν.

ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων:

τὸ δὲ τῆς εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς σώφροσιν ἀναπέπταται, πολλῆς σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον. καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν.

μηδ ὀχήματα ζευκτὰ κερασφόρα καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν ἀλλ ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευθερίας ἁπτόμενον καὶ προγράφοντα τὴν ἐπιτιμίαν:

κἂν μὴ διδῷς, ἐνοχλοῦντα:

κἂν ἔχῃς, μὴ λαμβάνοντα: κἂν πωλῇς, ἐπευωνίζοντα: κἂν μὴ πωλῇς, ἀναγκάζοντα: κἂν δικάζῃς, ἐντυγχάνοντα: κἂν ὀμόσῃς, ἐπιτάττοντα: κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα:

θυροκοποῦντα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION