- 텍스트

Plutarch, De primo frigido, chapter, section 13

(플루타르코스, De primo frigido, chapter, section 13)

τὸ λαμπρὸν καὶ τὸ θερμόν.? ὅτι δ οὐ τοῦ ἀέρος τὸ μέλαν ἀλλὰ τοῦ ὕδατός ἐστιν, ἡ αἴσθησις ἐπιμαρτυρεῖ, τῷ μὲν ἀέρι μηδενὸς ὡς ἁπλῶς εἰπεῖν μελαινομένου τῷ δ ὕδατι πάντων. .

ἂν γὰρ τὸ λευκότατον ἐμβάλῃς ἔριον εἰς ὕδωρ ἢ ἱμάτιον, ἀναφαίνεται μέλαν καὶ διαμένει, μέχρι ἂν ὑπὸ θερμότητος ἐξικμασθῇ τὸ ὑγρὸν ἤ τισι στρέβλαις καὶ βάρεσιν ἐκπιεσθῇ τῆς τε γῆς ὕδατι ῥαινομένης, διαμελαίνουσιν οἱ καταλαμβανόμενοι ταῖς σταγόσι τόποι, τῶν ἄλλων ὁμοίων μενόντων. καὶ διαγελᾷ.

τῶν δ ἄλλων ὑγρῶν διαφανὲς μάλιστα τοὔλαιόν ἐστι, πλείστῳ χρώμενον ἀέρι τούτου τεκμήριον κουφότης, δι ἣν ἐπιπολάζει πᾶσιν ὑπὸ τοῦ ἀέρος ἄνω φερόμενον, ποιεῖ δὲ καὶ τὴν γαλήνην ἐν τῇ θαλάττῃ τοῖς κύμασιν ἐπιρραινόμενον, οὐ διὰ τὴν λειότητα τῶν ἀνέμων ἀπολισθαινόντων, ὡς Ἀριστοτέλης ἔλεγεν: ἀλλὰ παντὶ μὲν ὑγρῷ τὸ κῦμα διαχεῖται πληττόμενον, ἰδίως δὲ τοὔλαιον αὐγὴν καὶ καταφάνειαν ἐν βυθῷ παρέχει, διαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν:

οὐ γὰρ μόνον ἐπιπολῆς τοῖς διανυκτερεύουσιν ἀλλὰ καὶ κάτω τοῖς σπογγοθήραις διαφυσώμενον ἐκ τοῦ στόματος ἐν τῇ θαλάττῃ φέγγος ἐνδίδωσιν. οὐ μᾶλλον οὖν τῷ ἀέρι τοῦ μέλανος ἢ τῷ ὕδατι μέτεστιν, ἧττον.

δὲ τοῦ: ψυχροῦ. τὸ γοῦν ἔλαιον , ἀέρος πλείστου τῶν ὑγρῶν μετέχον, ἣκιστα ψυχρόν ἐστι καὶ πήγνυται μαλακῶς: ὁ γὰρ ἀὴρ ἐγκεκραμένος οὐκ ἐᾷ σκληρὰν γενέσθαι τὴν πῆξιν βελόνας δὲ καὶ πόρπας σιδηρᾶς καὶ τὰ λεπτὰ τῶν ἔργων οὐχ ὕδατι βάπτουσιν ἀλλ ἐλαίῳ, τὴν ἄγαν ψυχρότητα φοβούμενοι τοῦ :

ὕδατος ὡς διαστρέφουσαν. ἐστιν ἐξετάζεσθαι τὸν λόγον οὐκ ἀπὸ τῶν χρωμάτων ἐπεὶ καὶ χιὼν καὶ χάλαζα καὶ κρύσταλλος ἅμα λαμπρότατα γίγνεται καὶ ψυχρότατα καὶ πάλιν πίττα θερμότερόν ἐστι μέλιτος καὶ σκοτωδέστερον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION