호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως:? τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, ὡς οὓς ἀξιομισήτους καλοῦμεν, ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι.
μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δ οὐδενὶ λέγουσι.
καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί: "χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι·
δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ δι ἑνὸς ἔφρασεν, ἔχθιστος δ Ἀχιλῆι μάλιστ ἦν ἠδ Ὀδυσῆι ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι.
καὶ φθονεῖν δ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προϊ´σχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦ πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶν ψυχῆς νοσημάτων ἀπόρρητον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기