- 텍스트

Plutarch, De genio Socratis, section 30

(플루타르코스, De genio Socratis, section 30)

ὡρ´α μὲν οὖν ἦν καθ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον:? ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν.

οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας, ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος ἑ᾿ν δὲ τούτοις ἦν καὶ Πελοπίδας καὶ Δαμοκλείδας καὶ Κηφισόδωρος᾿: ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικείων ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν.

καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπ ἀρχῆς διαποικίλλουσα κινδυνώδεσιν ἐπεισοδίοις, εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα.

οἰκίαν, εἰς ἣν παρεληλύθεισαν, καὶ τοὺς συμπράττοντας αὐτοῖς.

ἢδη δ καὶ τῇ μέθῃ κατακεκλυσμένος Ἀρχίας καὶ τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος, ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπέρ τινων σπουδαίων αὐτῷ γεγράφθαι: ἔφη.

καὶ τὴν μὲν ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν, καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION