- 텍스트

Plutarch, De fortuna, chapter, section 3

(플루타르코스, De fortuna, chapter, section 3)

φησὶ Πλάτων, καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος δι ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης:? καλὸν δ᾿ , ὡς ἐοίκεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν.

καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος, οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων.

νῦν δ οὐκ ἀπὸ τύχης οὐδ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμὸς αἴτιος ἳππων ὄνων τ ὀχεῖα καὶ ταύρων γονὰς δοὺς:

ἀντίδωρα καὶ πόνων ἐκδέκτορα κατ Αἰσχύλον.

ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται.

φησὶν Ἐμπεδοκλῆς ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι, τὰ δ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις: ὑπὸ τῆς φύσεως·

ἀπολέλειπται. ἀλλ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε, τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν. ἦ βραχὺ μὲν σθένος·

ἀνέρος: ἀλλὰ ποικιλίᾳ πραπίδων δεινὰ μὲν φῦλα πόντου χθονίων τ᾿ ἀερίων τε δάμναται βουλεύματα. κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι:

μάχιμον κύων καὶ θυμοειδές, ἀλλ ἄνθρωπον φυλάττει: ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ δὲ τροφὴ καὶ ὄψον ἐστί. τί μεῖζον ἐλέφαντος· ἢ φοβερώτερον ἰδεῖν· ἀλλὰ καὶ τοῦτο παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, ἀλλ ἵνα μανθάνωμεν ποῖ τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν.

οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, οὐδὲ ποσὶ κραιπνῶς θέομεν, ἀλλ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν:

τῆς εὐβουλίας εἶναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION