- 텍스트

Plutarch, De esu carnium I, chapter, section 2

(플루타르코스, De esu carnium I, chapter, section 2)

οὐδ ἐν περιουσίᾳ τινὶ ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτ ἦλθον:? ἀλλ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες:

ὦ μακάριοι. καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς οἱο῀ν βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν· ὅσα τρυγᾶται·

ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν· ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ὑπὸ τῆς πρώτης γενέσεως ἀπορίαν ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀήρ, καὶ ἄστρα θολερῷ καὶ δυσδιαστατοῦντι πεφυρμένα ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων οὔπω δ ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον ἔχων δρόμον ἠὼ καὶ δύσιν ἔκρινεν, περὶ δ ἢγαγεν αὖθις ὀπίσσω καρποφόροισιν ἐπιστέψας κάλυκος στεφάνοισιν ὡρ´ας:

καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο:

φορᾶς δ ἡμέρων καρπῶν καὶ τέχνης ὄργανον οὐδὲν οὐδὲ μηχανὴ σοφίας: ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδ ὡρ´ας ἐτησίους σπόρος οὐκ ὢν τότ ἀνέμενε. .

τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτ ἰλὺς ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, καὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ τινα ῥίζαν εὐτυχὲς ἦν· βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχόρευσαν ὑφ ἡδονῆς περὶ δρῦν τινα καὶ φηγόν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν ἀποκαλοῦντες: ἐκείνην ὁ τότε βίος ἑορτὴν ἔγνω, τὰ δ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος.

ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς τοσαῦτα περίεστι τῶν ἀναγκαίων·

τί καταψεύδεσθε τῆς γῆς ὡς:

τρέφειν μὴ δυναμένης· τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητρα καὶ τὸν ἡμερίδην καὶ μειλίχιον δε εσυ ξαρνιυμ αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες· οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες· εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν:

ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δ ὄψον ἐστίν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION