- 텍스트

Plutarch, De capienda ex inimicis utilitate, chapter, section 7

(플루타르코스, De capienda ex inimicis utilitate, chapter, section 7)

ὅταν οὖν λεχθῇ τι μὴ ἀληθές, οὐχ ὅτι ψεῦδός ἐστι δεῖ καταφρονεῖν καὶ ἀμελεῖν, ἀλλὰ σκοπεῖν τί τῶν ὑπὸ σοῦ λεγομένων ἢ πραττομένων ἢ σπουδαζομένων ἢ συνόντων ὁμοιότητα τῇ διαβολῇ παρέσχηκε, καὶ τοῦτο διευλαβεῖσθαι καὶ φεύγειν.? εἰ γὰρ ἕτεροι πράγμασιν ἀβουλήτοις περιπεσόντες διδάσκονται·

τὸ χρήσιμον, ὥσπερ ἡ Μερόπη φησὶν αἱ τύχαι δέ με μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα σοφὴν ἔθηκαν , τί κωλύει διδάσκαλον ἄμισθον λαβόντα τὸν ἐχθρὸν ὠφεληθῆναι καὶ μαθεῖν τι τῶν λανθανόντων· ὡς ὁ Πλάτων φησί, τῷ δὲ μισεῖν μετὰ τοῦ πολυπραγμονεῖν καὶ τὸ λαλεῖν ἔνεστιν.

ὁ Ιἕρων ὑπό τινος τῶν ἐχθρῶν εἰς τὴν δυσωδίαν ἐλοιδορήθη τοῦ στόματος.

"τί λέγεις· "οὐδὲ σύ μοι τοῦτ ἔφρασας· "ὅτι τοιοῦτο πάντες ὄζουσιν οἱ ἄνδρες.

οὕτω καὶ τὰ αἰσθητὰ καὶ τὰ σωματικὰ καὶ τὰ καταφανῆ πᾶσι παρὰ τῶν ἐχθρῶν μαθεῖν πρότερον ἔστιν ἢ τῶν φίλων καὶ συνήθων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION