- 텍스트

Plutarch, De capienda ex inimicis utilitate, chapter, section 5

(플루타르코스, De capienda ex inimicis utilitate, chapter, section 5)

"μή που ἄρ ἐγὼ τοιοῦτος·? ὁ δὲ λοιδορήσας τὸν ἑτέρου βίον ἂν εὐθὺς ἐπισκοπῇ τὸν ἑαυτοῦ καὶ μεθαρμόττῃ πρὸς τοὐναντίον ἀπευθύνων καὶ ἀποστρέφων, ἕξει τι χρήσιμον ἐκ τοῦ λοιδορεῖν, ἄλλως ἀχρήστου καὶ κενοῦ δοκοῦντος εἶναι καὶ ὄντος. οἱ μὲν οὖν πολλοὶ γελῶσιν, ἄν τις ὢν φαλακρὸς ἢ κυρτὸς ἑτέρους εἰς ταῦτα λοιδορῇ καὶ σκώπτῃ:

"πάθος ὀνειδίζεις, ἐπὶ τοῦ νώτου φέρων τὴν νέμεσιν" οὐκοῦν μηδὲ μοιχὸν λοιδορήσῃς, αὐτὸς ὢν παιδομανής:

μηδ ἄσωτον, αὐτὸς ὢν ἀνελεύθερος.

ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς πρὸς τὸν Ἄδραστον ὁ Ἀλκμέων. τί οὖν ἐκεῖνος· "σὺ μυραίνης ἐν ζωγρείῳ σοι τρεφομένης εἶτ ἀποθανούσης ἔκλαυσας·

"οὐ σὺ τρεῖς γυναῖκας ἐκκομίσας οὐκ ἐδάκρυσας· ἵνα μὴ λέγοντες ἃ θέλουσιν ἀκούωσιν ἃ μὴ θέλουσι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION