- 텍스트

Plutarch, De capienda ex inimicis utilitate, chapter, section 4

(플루타르코스, De capienda ex inimicis utilitate, chapter, section 4)

"ὁ ηομερ.? "α 255 πῶς ἀμυνοῦμαι τὸν ἐχθρόν· "αὐτὸς καλὸς κἀγαθὸς γενόμενος. ἵππους ἐχθρῶν ὁρῶντες εὐδοκιμοῦντας ἀνιῶνται καὶ κύνας ἐπαινουμένους. ἂν χωρίον ἐκπεπονημένον ἴδωσιν, ἂν εὐθαλοῦντα κῆπον, ἐπιστένουσι. τί οὖν οἰεί·

σεαυτὸν ἐπιδεικνύμενος ἄνδρα δίκαιον ἀρτίφρονα χρηστόν, ἐν λόγοις εὐδόκιμον, ἐν πράξεσι καθαρόν, ἐν διαίτῃ κόσμιον, βαθεῖαν αὔλακα διὰ φρενὸς καρπούμενον, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα· "ἄνδρες ἀγρυξίᾳ δέδενται," οὐχ ἁπλῶς οὐδὲ πάντες, ἀλλ ὅσοι νικωμένους αὑτοὺς ὁρῶσιν ὑπὸ τῶν ἐχθρῶν ἐπιμελείᾳ χρηστότητι μεγαλοφροσύνῃ φιλανθρωπίαις εὐεργεσίαις:

"ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ.

σύ τοι διάφερε τῶν κακῶν: ἔξεστι γάρ. καὶ ἀλήθευε καὶ χρῶ φιλανθρώπως καὶ δικαίως τοῖς ἐντυγχάνουσιν.

ἂν δὲ λοιδορῆσαι προαχθῇς, ἄπαγε πορρωτάτω σεαυτὸν ὧν λοιδορεῖς ἐκεῖνον.

ἐνδύου τῇ ψυχῇ, περισκόπει τὰ σαθρά, μὴ τίς σοί ποθεν ὑποφθέγγηται κακία τὸ τοῦ τραγῳδοῦ ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων ἂν ἀπαίδευτον εἴπῃς, ἐπίτεινε τὸ φιλομαθὲς ἐν σεαυτῷ καὶ φιλόπονον: ἂν δειλόν, ἔγειρε μᾶλλον τὸ θαρραλέον καὶ ἀνδρῶδες:

κἂν ἀσελγῆ καὶ ἀκόλαστον, ἐξάλειφε τῆς ψυχῆς· εἴ τι λανθάνον ἐστὶ φιληδονίας ἴχνος. οὐδὲν γὰρ αἴσχιόν ἐστι:

βλασφημίας παλινδρομούσης οὐδὲ λυπηρότερον, ἀλλ ἐοίκε καὶ τοῦ φωτὸς· τὸ ἀνακλώμενον μᾶλλον ἐνοχλεῖν τὰς ἀσθενεῖς ὁράσεις καὶ τῶν ψόγων οἱ πρὸς αὐτοὺς ἀναφερόμενοι τοὺς ψέγοντας ὑπὸ τῆς ἀληθείας. ὁ καικίας τὰ νέφη, καὶ ὁ φαῦλος βίος ἐφ ἑαυτὸν ἕλκει τὰς λοιδορίας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION