- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 1, section 12

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 1, section 12)

Παραθῶμεν τὰ τῶν ὁμολογουμένων φιλοσόφων.? Σωκράτης ἠνέσχετο συγκοιμηθέντος Ἀλκιβιάδου Ἀλέξανδρος δέ, Φιλοξένου τοῦ τῆς: "ὦ κάκιστ ἀνθρώπων, τί μοι πώποτε τοιοῦτο συνέγνως, ἵνα τοιαύταις με κολακεύσῃς ἡδοναῖς·

Ξενοκράτην, πεντήκοντα τάλαντα δωρεὰν Ἀλεξάνδρου πέμψαντος, ὅτι οὐκ ἔλαβε θαυμάζομεν τὸ δὲ δοῦναι, οὔ·

ἢ οὐχ ὁμοίως καταφρονεῖν χρημάτων δοκοῦμεν τὸν μὴ προσιέμενον καὶ τὸν χαριζόμενον·

οὐκ ἐδεῖτο πλούτου Ξενοκράτης διὰ φιλοσοφίαν, Ἀλέξανδρος δ ἐδεῖτο διὰ φιλοσοφίαν, ἵνα τοιούτοις χαρίζηται. τοῦτο ποσάκις Ἀλέξανδρος εἶπε βαλλόμενος, ἐκβιαζόμενος· νομίζομεν ἡ γὰρ φύσις ἀγωγός ἐστιν ἀφ ἑαυτῆς πρὸς τὸ καλόν:

οἱ δὲ φιλόσοφοι τῶν πολλῶν διαφέρουσι τῷ τὰς κρίσεις ἔχειν ἐρρωμένας παρὰ τὰ δεινὰ καὶ πεπηγυίας:

"πέρας μέν ἐστιν ἅπασιν ἀνθρώποις ὁ θάνατος. ἀλλὰ θραύουσιν οἱ καιροὶ παρὰ τὰ δεινὰ τοὺς λογισμούς, καὶ τὰς κρίσεις ἐκκρούουσιν αἱ φαντασίαι τῶν κινδύνων ἐγγὺς γενομένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION