- 텍스트

Plutarch, Comparison of Lucullus and Cimon, chapter 1

(플루타르코스, Comparison of Lucullus and Cimon, chapter 1)

μάλιστα δ ἄν τις εὐδαιμονίσειε τοῦ τέλους Λεύκουλλον, ὅτι πρὸ τῆς μεταβολῆς, ἣν ἤδη κατὰ τῆς πολιτείας ἐτεκταίνετο τοῖς ἐμφυλίοις πολέμοις τὸ πεπρωμένον, ἔφθη προαποθανὼν καὶ καταλύσας ἐν νοσούσῃ μέν, ἔτι δ ἐλευθέρᾳ τῇ πατρίδι τὸν βίον.? καὶ τοῦτό γε πάντων αὐτῷ πρὸς Κίμωνα κοινότατόν ἐστι. καὶ γὰρ ἐκεῖνος οὔπω συντεταραγμένων τῶν Ἑλληνικῶν, ἀλλ ἀκμὴν ἐχόντων ἐτελεύτησεν, ἐπὶ στρατοπέδου μέντοι καὶ στρατηγῶν, οὐκ ἀπειρηκὼς οὐδ ἀλύων, οὐδέ τῶν ὅπλων καὶ τῶν στρατηγιῶν καὶ τῶν τροπαίων ἔπαθλον ποιούμενος εὐωχίας καὶ πότους, ὥσπερ Πλάτων ἐπισκώπτει τοὺς περὶ τὸν Ὀρφέα, τοῖς εὖ βεβιωκόσι φάσκοντας ἀποκεῖσθαι γέρας ἐν ;

δου μέθην αἰώνιον. σχολὴ μὲν οὖν καὶ ἡσυχία καὶ διατριβὴ περὶ λόγους ἡδονήν τινα καὶ θεωρίαν ἔχοντας εὐπρεπέστατον ἀνδρὶ πρεσβύτῃ καὶ πεπαυμένῳ πολέμων καὶ πολιτείας παραμύθιον τὸ δ ἐφ ἡδονὴν, ὡς τέλος, καταστρέψαντα τὰς καλὰς πράξεις ἤδη λοιπὸν Ἀφροδίσια τῶν πολέμων καὶ στρατηγιῶν ἄγοντα παίζειν καὶ τρυφᾶν οὐκ ἄξια τῆς καλῆς Ἀκαδημείας, οὐδέ τὸν Ξενοκράτη ζηλοῦντος, ἀλλ ἐγκεκλικότος πρὸς τὸν Ἐπίκουρον.

ὃ καὶ θαυμαστόν ἐστιν ὑπεναντίως γὰρ ἡ νεότης τοῦ μὲν ἐπίψογος καὶ ἀκόλαστος γεγονέναι δοκεῖ, τοῦ δὲ πεπαιδευμένη καὶ σώφρων, βελτίων οὖν ᾧ πρὸς τὸ βέλτιον ἡ μεταβολή:

χρηστοτέρα γὰρ ἡ φύσις, ἐν ᾗ γηρᾷ μὲν τὸ χεῖρον, ἐπακμάζει δὲ τὸ ἄμεινον. καὶ μὴν ὁμοίως γε πλουτήσαντες οὐχ ὁμοίως διέθεντο τὸν πλοῦτον. οὐ γὰρ ἄξιον ὁμοιῶσαι τῷ νοτίῳ τείχει τῆς ἀκροπόλεως, ὃ τοῖς ὑπὸ Κίμωνος κομισθεῖσιν ἐτελέσθη χρήμασι, τοὺς ἐν Νέᾳ πόλει θαλάμους καὶ τὰς περικλύστους ἀπόψεις, ἃς Λούκουλλος ἀπὸ τῶν βαρβαρικῶν ἐξῳκοδόμει λαφύρων οὐδέ γε τῇ Κίμωνος τραπέζῃ τὴν Λουκούλλου παραβαλεῖν, τῇ δημοκρατικῇ καὶ φιλανθρώπῳ τὴν πολυτελῆ καὶ σατραπικήν.

ἡ μὲν γὰρ ἀπὸ μικρᾶς δαπάνης πολλοὺς καθ ἡμέραν διέτρεφεν, ἡ δ εἰς ὀλίγους τρυφῶντας ἀπὸ πολλῶν παρεσκευάζετο χρημάτων, εἰ μὴ νὴ Δία τῶν πραγμάτων ἐποίει διαφορὰν ὁ χρόνος:

ἄδηλον γὰρ, εἰ καὶ Κίμων ἀπὸ τῶν πράξεων καὶ στρατηγιῶν εἰς ἀπόλεμον καὶ ἀπολίτευτον γῆρας ἀφεὶς αὑτόν ἔτι μᾶλλον ἂν ἐχρήσατο σοβαρᾷ καὶ πρὸς ἡδονὴν ἀνειμένῃ διαίτῃ: καὶ γὰρ φιλοπότης καὶ πανηγυρικὸς καὶ τὰ πρὸς γυναῖκας, ὡς προείρηται, διαβεβλημένος. αἱ δὲ περὶ τὰς πράξεις καὶ τοὺς ἀγῶνας κατορθώσεις ἡδονὰς ἑτέρας ἔχουσαι τῶν χειρόνων ἐπιθυμιῶν ἀσχολίαν ποιοῦσι καὶ λήθην ταῖς πολιτικαῖς καὶ φιλοτίμοις φύσεσιν.

εἰ γοῦν καὶ Λούκουλλος ἐτελεύτησεν ἀγωνιζόμενος καὶ στρατηγῶν, οὐδ ἂν ὁ ψογερώτατος καὶ φιλομεμφότατος εὑρεῖν μοι δοκεῖ διαβολὴν ἐπ αὐτόν, καὶ ταῦτα μὲν περὶ τῆς διαίτης.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION