호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ δημοσίαισ ἱκεσίαισ καὶ δεήσει πρέσβεων καὶ λιταῖσ ἱερέων ἀπηνῶσ χρησάμενον εἶτα χαρίσασθαι τῇ μητρὶ τὴν ἀναχώρησιν, οὐ τῆσ μητρὸσ ἦν τιμὴ, ἀλλ’ ἀτιμία τῆσ πατρίδοσ, οἴκτῳ καὶ παραιτήσει διὰ μίαν γυναῖκα σῳζομένησ, ὡσ οὐκ ἀξίασ σῴζεσθαι δι’ αὑτήν, ἐπίφθονοσ γὰρ ἡ χάρισ καὶ ὠμὴ καὶ ἀχάριστοσ ἀληθῶσ καὶ πρὸσ οὐδετέρουσ ἔχουσα τὸ εὔγνωμον· ἀνεχώρησε γὰρ μήτε πεισθεὶσ ὑπὸ τῶν πολεμουμένων μήτε πείσασ τοὺσ συμπολεμοῦντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기