호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὸν θάνατον Πελοπίδας μὲν τοὺς συμμάχους ταφεῖς ἔσχεν, ὑπὲρ ὧν ἀπέθανε, Μάρκελλος δὲ τοὺς πολεμίους, ὑφ ὧν ἀπέθανε, ζηλωτὸν μὲν οὖν ἐκεῖνο καὶ μακάριον, κρεῖττον δὲ καὶ μεῖζον εὐνοίας χάριν ἀμειβομένης ἔχθρα λυποῦσαν ἀρετὴν θαυμάζουσα.? τὸ γὰρ καλὸν ἐνταῦθα τὴν τιμὴν ἔχει μόνον, ἐκεῖ δὲ τὸ λυσιτελὲς καὶ ἡ χρεία μᾶλλον ἀγαπᾶται τῆς ἀρετῆς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기