호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ δὴ κατὰ λόγον καὶ προσηκόντωσ ἐθαυμάσθη, μετὰ τοσαύτασ τροπὰσ στρατοπέδων καὶ φόνουσ στρατηγῶν καὶ σύγχυσιν ὅλησ ὁμοῦ τῆσ Ῥωμαίων ἡγεμονίασ εἰσ ἀντίπαλα τῷ θαρρεῖν καθισταμένων· ὁ γὰρ ἐκ πολλοῦ τοῦ πάλαι περιδεοῦσ καὶ καταπεπληγότοσ αὖθισ ἐμβαλὼν τῷ στρατεύματι ζῆλον καὶ φιλονεικίαν πρὸσ τοὺσ πολεμίουσ, καὶ τοῦτο δὴ τὸ μὴ ῥᾳδίωσ τῆσ νίκησ ὑφιέμενον, ἀλλὰ καὶ ἀμφισβητοῦν τε καὶ φιλοτιμούμενον ἐπάρασ καὶ θαρρύνασ, εἷσ ἀνὴρ ἦν, Μάρκελλοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기