- 텍스트

Plutarch, Comparationis Aristophanis et Menandri compendium, section 1

(플루타르코스, Comparationis Aristophanis et Menandri compendium, section 1)

"ἐν λόγοις καὶ θυμελικὸν καὶ βάναυσον ὥς ἐστιν Ἀριστοφάνει, Μενάνδρῳ δ οὐδαμῶς.? καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης, οἷς ἐκεῖνος λέγει, ἁλίσκεται ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ: "λέγω δὲ τὰ ἀντίθετα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας. "τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς: φησὶν ὅτι τοὺς ταμίας ἐβάπτισεν, οὐχὶ ταμίας ἀλλὰ Λαμίας ὄντας:

οὗτος ἤτοι καικίας ἢ συκοφαντίας πνεῖ καὶ γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις καὶ ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι καὶ τί δῆτα σοι δράσω, κακόδαιμον, ἀμφορεὺς ἑξοστρακισθείς·

ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά, ἅτ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς καὶ ἀλλ ἦ τριχόβρωτες τὸν λόφον μου κατέφαγον καὶ φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.

κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον καὶ πολλὰ τοιαῦτα.

ἔνεστι μὲν οὖν ἐν τῇ κατασκευῇ τῶν ὀνομάτων αὐτῷ τὸ τραγικὸν τὸ κωμικὸν τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης. τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστῃ καὶ οἰκεῖον ἀποδίδωσιν οἱο῀ν λέγω βασιλεῖ τὸν ὄγκον ῥήτορι τὴν δεινότητα γυναικὶ τὸ ἁπλοῦν ἰδιώτῃ τὸ πεζὸν ἀγοραίῳ τὸ φορτικόν:

ἀλλ ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθ υἱός ἐστιν εἴτε πατὴρ εἴτ, ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴθ ἡρ`ως ὁ διαλεγόμενος.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION