호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μήν, οὗ παντάπασιν ἀπαλλαγέντος φθείρεται τὸ ζῷον , τοῦτ ὠφελιμώτερον δῆλον γὰρ ὡς τὸ οὗ στερούμενον οὐκ ἔστιν εἶναι, τοῦτο καὶ τὴν αἰτίαν παρέσχηκεν, ὅτ ἦν.? ὑγρότης μὲν οὖν καὶ τοῖς τεθνηκόσι πάρεστι καὶ οὐκ ἐξῄρηται παντάπασιν ἐπεὶ οὐκ ἂν ἐσήπετο τὰ νεκρὰ τῶν σωμάτων, τῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς, μᾶλλον δ ὑγρῶν ἐν σαρκὶ φθορᾶς. θάνατος δ οὐκ ἄλλο τι πλὴν ἔκλειψις θερμοῦ παντελής:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기