- 텍스트

Plutarch, Aquane an ignis sit utilior, chapter, section 9

(플루타르코스, Aquane an ignis sit utilior, chapter, section 9)

τὸ δ ὅλον τοσοῦτον ἀπέχει πρὸς σωτηρίαν ἢ ἑτέρων γένεσιν τὸ ὔδωρ αὐτοτελὲς εἶναι, ὥστε καὶ αὐτῷ φθορὰ πυρὸς ἔνδεια:? συνέχει γὰρ ἡ θερμότης ἕκαστον ἐν τῷ εἶναι καὶ ἐπὶ τῆς ἰδίας οὐσίας φυλάττει καθάπερ καὶ τἄλλα καὶ τὸ ὕδωρ:

ἀπέχοντος δὲ καὶ ἐνδεήσαντος, σήπεται καὶ θάνατος ὕδατι καὶ ὄλεθρος ἐπίλειψις θερμότητος. ἀμέλει τὰ λιμναῖα καὶ ὅσα στάσιμα τῶν ὑδάτων καί τινα ἐν ἀδιεξόδοις ἐγκαθήμενα κοιλότησι μοχθηρά, καὶ τελευτῶντα σήπεται τῷ κινήσεως ἥκιστα μετέχειν, ἣ τὸ θερμὸν ἐν ἑκάστοις ῥιπίζουσα τηρεῖ περὶ τὰ μάλιστα φερόμενα καὶ ῥέοντα τῶν ὑδάτων, διὰ τὴν κίνησιν συνεχομένης τῆς θερμότητος, οὕτω καὶ προσαγορεύομεν, ζῆν λέγοντες.

πῶς τοίνυν δυεῖν οὐκ ὠφελιμώτερον, ὃ τῷ ἑτέρῳ τὴν αἰτίαν τοῦ εἶναι παρέσχηκε, καθάπερ τὸ πῦρ τῷ ὕδατι·

καὶ μήν, οὗ παντάπασιν ἀπαλλαγέντος φθείρεται τὸ ζῷον , τοῦτ ὠφελιμώτερον δῆλον γὰρ ὡς τὸ οὗ στερούμενον οὐκ ἔστιν εἶναι, τοῦτο καὶ τὴν αἰτίαν παρέσχηκεν, ὅτ ἦν.

ὑγρότης μὲν οὖν καὶ τοῖς τεθνηκόσι πάρεστι καὶ οὐκ ἐξῄρηται παντάπασιν ἐπεὶ οὐκ ἂν ἐσήπετο τὰ νεκρὰ τῶν σωμάτων, τῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς, μᾶλλον δ ὑγρῶν ἐν σαρκὶ φθορᾶς. θάνατος δ οὐκ ἄλλο τι πλὴν ἔκλειψις θερμοῦ παντελής: ψυχρότατοι τοίνυν οἱ νεκροί:

καὶ τὰς ἀκμάς, εἴ τις ἐπιχειροίη, τῶν ξυρῶν ἀπαμβλύνουσι δι ὑπερβολὴν ψυχρότητος.

καὶ ἐν αὐτῷ δὲ τῷ ζῴῳ τὰ ἥκιστα μετέχοντα πυρὸς ἀναισθητότατα, καθάπερ ὀστᾶ καὶ τρίχες καὶ τὰ πόρρωθεν ἀφεστῶτα τῆς καρδίας σχεδὸν γὰρ ἡ πρὸς τὰ ἐκ τῆς ἀπουσίας μείζων τῶν ἐκ τῆς τοῦ πυρὸς γίγνεται παρουσίας διαφορά.

φυτὰ μὲν γὰρ καὶ καρποὺς οὐχ ἡ ὑγρότης ἀναδίδωσιν ἀλλ ἡ θερμὴ ὑγρότης: ἀμέλει τὰ ψυχρὰ τῶν ὑδάτων ἧττον ἢ οὐδ ὅλως γόνιμα.

ὕδωρ καρποφόρον, δεῖ πάντοτε καὶ καθ αὑτὸ ἀναφέρειν καρπούς:

τὸ δὲ τοὐναντίον καὶ βλαβερόν ἐστιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION