호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀριστον μὲν ὔδωρ ὁ δὲ χρυσὲις αἰθόμενον πῦρ φησιν ὁ Πίνδαρος:? ὥσθ οὗτος μὲν δευτέραν ἄντικρυς τῷ πυρὶ χώραν ἔδωκε:
συμφωνεῖ δὲ καὶ Ἡσίοδος εἰπὼν ἤτοι μὲν πρώτιστα χάος γένετο: τοῖς πλείστοις γὰρ ὠνομακέναι δοκεῖ τὸ ὕδωρ τοῦτον τὸν τρόπον παρὰ τὴν χύσιν.
ἀλλὰ τὸ μὲν τῶν μαρτύρων ἑκατέροις ἴσον: ἐπεὶ καὶ τὸ πῦρ εἰσιν οἱ τοῦ παντὸς ἀρχὴν ἀποφαινόμενοι, καὶ οἱο῀ν σπέρμα τοῦτ ἐξ ἑαυτοῦ τε πάντα ποιεῖν καὶ εἰς ἑαυτὸ ἐκλαμβάνειν κατὰ τὴν ἐκπύρωσιν. ἀφέμενοι δὲ τῶν ἀνδρῶν, σκεψώμεθα τοὺς εἰς ἑκάτερον λόγους πῇ μᾶλλον ἄγουσιν ἡμᾶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기