- 텍스트

Plutarch, Apophthegmata Laconica, Διάφορα Τῶν ἐν Τοῖς Λάκωσιν Ἀδόξων Ἀποφθέγματα?, section 55

(플루타르코스, Apophthegmata Laconica, Διάφορα Τῶν ἐν Τοῖς Λάκωσιν Ἀδόξων Ἀποφθέγματα, section 55)

Πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει: πολλοὺς δ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου: ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες: "ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δ αὐτοῖς μόνοι Λακεδαιμόνιοι. φασὶ δέ τινες ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο: Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι: ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν: "ναὶ τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION