호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι ἁβροδίαιτοι γὰρ ἦσαν δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας: τὸν δὲ ἑπαγόμενος ἤσκησε περὶ κυνηγέσια. ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκεν ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγών: "ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει· "οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν δι ἃ ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι ὅλου τοῦ βίου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기