- 텍스트

Plutarch, Apophthegmata Laconica, Ἀγησιλάου τοῦ Μεγάλου?, section 42

(플루타르코스, Apophthegmata Laconica, Ἀγησιλάου τοῦ Μεγάλου, section 42)

ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον: οἱ δὲ καλούμενοι Τραλλεῖς, οἷς καὶ Ξέρξης, ὡς λέγεται, ἔδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας: προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION