- 텍스트

Plutarch, An vitiositas ad infelicitatem sufficia, section 4

(플루타르코스, An vitiositas ad infelicitatem sufficia, section 4)

τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ·? τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας. οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν . ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δ οὐ δύνανται, οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ἐκ κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. μέλλοντα τὴν ψυχὴν ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν δεῖ, ὅπως τὰ προσπίπτοντα ἔξωθεν οἰκτρὰ καὶ ὀδυρτὰ ποιήσῃ.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION