- 텍스트

Plutarch, An vitiositas ad infelicitatem sufficia, section 3 2:

(플루타르코스, An vitiositas ad infelicitatem sufficia, section 3 2:)

καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν:? ἀλλὰ πάντ ἔστω τῆς Τύχης. ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν ἄνθρωπον ἐρωτάτω τὴν Τύχην πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον. "τύχη, πενίαν ἀπειλεῖς· "καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο: "δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις· "καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε, τίς ὠνήσασθαι βούλεται δεσπότην· " κύλικα φαρμάκου ταράττεις · "οὐχὶ καὶ Σωκράτει ταύτην προέπιες· "ὁ δ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλ εὐκόλως ἐξέπιεν, ἀποθνῄσκοντα δ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδ ἐν Αἵδου θείας ἄνευ μοίρας ἐσόμενον. "καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων στρατηγὸς προέλαβεν ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας τῷ Κρόνῳ κατ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. "Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾄδουσιν αἱ λοιπαί. τῶν δὲ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος τὸ θνητόν. ἀλλ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις· "ταῦτ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτ ἐλευθερίας Κράτητι καὶ δόξης. "ἀλλ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις· "καὶ τί ι Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται· "Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται: "Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δ ὄρνιθες νεκροὺς ἐσθίουσι ι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION