- 텍스트

Plutarch, An vitiositas ad infelicitatem sufficia, section 2 1:

(플루타르코스, An vitiositas ad infelicitatem sufficia, section 2 1:)

οὔτε γὰρ ὀργάνων οὔτ ὑπηρετῶν ἔχει χρείαν.? ἀλλ οἱ μὲν τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια καὶ σφῆνας ἐπιμηχανῶνται, ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ: τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ:?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION