- 텍스트

Plutarch, An virtus doceri possit, section 3

(플루타르코스, An virtus doceri possit, section 3)

τί οὖν·? ὁ λέγων λειχῆνος ἰατρικὴν εἶναι καὶ παρωνυχίας, πλευρίτιδος δὲ καὶ πυρετοῦ καὶ φρενίτιδος μὴ εἶναι, τί διαφέρει τοῦ λέγοντος ὅτι τῶν μικρῶν καὶ παιδικῶν καθηκόντων εἰσὶ διδασκαλεῖα καὶ λόγοι καὶ ὑποθῆκαι, τῶν δὲ μεγάλων καὶ τελείων ἄλογος τριβὴ καὶ περίπτωσίς ἐστιν· ὡς γὰρ ὁ λέγων ὅτι δεῖ κώπην ἐλαύνειν μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα γελοῖός ἐστιν, οὕτως ὁ μὲν τῶν ἄλλων ἀπολείπων τεχνῶν μάθησιν, ἀρετῆς δ ἀναιρῶν τοὐναντίον ἐοίκε τοῖς Σκύθαις ποιεῖν. ἐκεῖνοι μὲν γάρ, ὥς φησιν Ἡρόδοτος, τοὺς οἰκέτας ἐκτυφλοῦσιν ὅπως πῦαρ παραδιδῶσιν αὐτοῖς: οὗτος δὲ ταῖς δούλαις καὶ ὑπηρέτισι τέχναις ὥσπερ ὄμμα τὸν λόγον ἐντιθεὶς τῆς ἀρετῆς ἀφαιρεῖ. "τίς εἶ· "τοξότης· "πελταστής· "ἱππεύς· "ὁπλίτης· "τούτων, ἀλλ ὁ τούτοις πᾶσιν ἐπιτάττων. γελοῖος οὖν ὁ λέγων ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγικὴ δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν. οὐκοῦν ἔτι γελοιότερος ὁ μόνην τὴν φρόνησιν μὴ διδακτὴν ἀποφαίνων, ἧς ἄνευ τῶν ἄλλων τεχνῶν ὄφελος οὐδὲν οὐδ ὄνησίς ἐστιν. χάρις, ἠσκημένων καὶ μεμαθηκότων παίδων δαιτρεῦσαι καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, εἰ μὴ διάθεσις μηδὲ τάξις εἰή περὶ τοὺς διακονοῦντας·?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION