- 텍스트

Plutarch, An virtus doceri possit, section 2

(플루타르코스, An virtus doceri possit, section 2)

ὦ ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες ἀδίδακτον εἶναι ποιοῦμεν ἀνύπαρκτον·? εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις. καίτοι γ, ὥς φησιν ὁ Πλάτων, διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτε ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι δι ἀπεχθείας γινόμεναι τὰ ἔσχατα κακὰ δρῶσί τε καὶ πάσχουσιν ὑπ ἀλλήλων οὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην, ποτέρως Τελχινας ἢ Τελχινας ἀναγνωστέον: οὐδ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης ἢ στήμονος. οἶκον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἰέται καλῶς μεταχειρίσεσθαι μὴ γυναικὶ μαθὼν συμφέρεσθαι μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ μὴ ἄρχοντι· παιδὸς ὀψοφαγοῦντος ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας. εἶτα παροψίδος μὲν ἢ κύλικος οὐκ ἔστι κοινωνεῖν ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης, μὴ κιχλίζειν μηδ ὀψοφαγεῖν μηδ ἴσχειν τὼ πόδ ἐπαλλάξ οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται ι γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι·

"πανταχοῦ σὺ ἄρ εἶ· "παραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι. τί οὖν· "εἰ μὴ γίνονται μαθήσει βελτίονες ἄνθρωποι, παραπόλλυται ὁ μισθὸς τῶν παιδαγωγῶν · πρῶτοι γὰρ οὗτοι παραλαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες.

"τοῖς παισὶν ἡδέα ποιῶ. καίτοι τί διδάσκουσιν οἱ παιδαγωγοί· κρέως, οὕτω καθῆσθαι, τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION