- 텍스트

Plutarch, An virtus doceri possit, section 1

(플루타르코스, An virtus doceri possit, section 1)

περὶ τῆς ἀρετῆς βουλευόμεθα καὶ διαποροῦμεν, εἰ διδακτόν ἐστι τὸ φρονεῖν τὸ δικαιοπραγεῖν τὸ εὖ ζῆν εἶτα θαυμάζομεν, εἰ ῥητόρων μὲν ἔργα καὶ κυβερνητῶν καὶ ἁρμονικῶν καὶ οἰκοδόμων καὶ γεωργῶν μυρί ἐστίν, ἀγαθοὶ δ ἄνδρες ὀνομάζονται καὶ λέγονται μόνον, ὡς ἱπποκένταυροι καὶ γίγαντες καὶ κύκλωπες.? ἔργον δ ἀμεμφὲς εἰς ἀρετὴν οὐκ ἔστιν εὑρεῖν οὐδὲ πάθους ἀκέραιον ἦθος οὐδὲ ἄθικτον αἰσχροῦ βίον: ἀλλ εἰ καί τι καλὸν ἡ φύσις αὐτομάτως ἐκφέρει, τοῦτο πολλῷ τῷ ἀλλοτρίῳ, καθάπερ ὕλῃ καρπὸς ἀγρίᾳ καὶ ἀκαθάρτῳ μιγνύμενος, ἐξαμαυροῦται. ψάλλειν μανθάνουσιν οἱ ἄνθρωποι καὶ ὀρχεῖσθαι καὶ ἀναγινώσκειν γράμματα καὶ γεωργεῖν καὶ ἱππεύειν: ὑποδεῖσθαι μανθάνουσι, περιβάλλεσθαι: οἰνοχοεῖν διδάσκουσιν ὀψοποιεῖν. ταῦτ ἄνευ τοῦ μαθεῖν οὐκ ἔστι χρησίμως ποιεῖν, δι ὃ δὲ ταῦτα πάντα, τὸ εὖ βιοῦν, ἀδίδακτον καὶ ἄλογον καὶ ἄτεχνον καὶ αὐτόματον·?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION