호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῦρ ἐκτραπόμενοι κατὰ τὸν Ἰλισὸν ἰώμεν, εἶτα ὅπου ἂν δόξῃ ἐν ἡσυχίᾳ καθιζησόμεθα. εἰς καιρόν, ὡς ἐοίκεν, ἀνυπόδητος ὢν ἔτυχον: σὺ μὲν γὰρ δὴ ἀεί. ῥᾷστον οὖν ἡμῖν κατὰ τὸ ὑδάτιον βρέχουσι τοὺς πόδας ἰέναι, καὶ οὐκ ἀηδές, ἄλλως τε καὶ τήνδε τὴν ὡρ´αν τοῦ ἔτους τε καὶ τῆς ἡμέρας. πρόαγε δή, καὶ σκόπει ἅμα ὅπου καθιζησόμεθα. ὁρᾷς οὖν ἐκείνην τὴν ὑψηλοτάτην πλάτανον· τί μήν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기