Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Συμποσίον 478:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Συμποσίον 478:)

καὶ ταῦτα, ὦ Σώκρατεσ, οὐκ ἐρεῖσ ὡσ οὐκ ἀληθῆ. καὶ ἔτι γε νῦν σύνοιδ’ ἐμαυτῷ ὅτι εἰ ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι. ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴσ ὢν αὐτὸσ ἔτι ἐμαυτοῦ μὲν ἀμελῶ, τὰ δ’ Ἀθηναίων πράττω. βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων ἐπισχόμενοσ τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενοσ παρὰ τούτῳ καταγηράσω. πέπονθα δὲ πρὸσ τοῦτον μόνον ἀνθρώπων, ὃ οὐκ ἄν τισ οἰοίτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν·

SEARCH

MENU NAVIGATION