호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ γὰρ ἀθανάτου ἐρῶσιν. οἱ μὲν οὖν ἐγκύμονεσ, ἔφη, κατὰ τὰ σώματα ὄντεσ πρὸσ τὰσ γυναῖκασ μᾶλλον τρέπονται καὶ ταύτῃ ἐρωτικοί εἰσιν, διὰ παιδογονίασ ἀθανασίαν καὶ μνήμην καὶ εὐδαιμονίαν, ὡσ οἰόνται, αὑτοῖσ εἰσ τὸν ἔπειτα χρόνον πάντα ποριζόμενοι· οἱ δὲ κατὰ τὴν ψυχήν ‐ εἰσὶ γὰρ οὖν, ἔφη, οἳ ἐν ταῖσ ψυχαῖσ κυοῦσιν ἔτι μᾶλλον ἢ ἐν τοῖσ σώμασιν, ἃ ψυχῇ προσήκει καὶ κυῆσαι καὶ τεκεῖν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기