호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἕρμαιον ἂν εἰή ἡμῖν, ἦ δ ὅς, ὡς ἐοίκεν, ἐμοί τε καὶ Ἀριστοδήμῳ καὶ Φαίδρῳ καὶ τοῖσδε, εἰ ὑμεῖς οἱ δυνατώτατοι πίνειν νῦν ἀπειρήκατε: ἡμεῖς μὲν γὰρ ἀεὶ ἀδύνατοι. Σωκράτη δ ἐξαιρῶ λόγου: ἱκανὸς γὰρ καὶ ἀμφότερα, ὥστ ἐξαρκέσει αὐτῷ ὁπότερ ἂν ποιῶμεν. ἐπειδὴ οὖν μοι δοκεῖ οὐδεὶς τῶν παρόντων προθύμως ἔχειν πρὸς τὸ πολὺν πίνειν οἶνον, ἴσως ἂν ἐγὼ περὶ τοῦ μεθύσκεσθαι οἱό῀ν ἐστι τἀληθῆ λέγων ἧττον ἂν εἰήν ἀηδής. ἐμοὶ γὰρ δὴ τοῦτό γε οἶμαι κατάδηλον γεγονέναι ἐκ τῆς ἰατρικῆς, ὅτι χαλεπὸν τοῖς ἀνθρώποις ἡ μέθη ἐστίν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기