호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶπεσ γὰρ οὖν. καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη. ἀληθέστατα. οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦσ ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδ’ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείασ καὶ τῆσ τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεωσ; ὀρθότατα. φανέντοσ δέ γε ἄλλου τρίτου κρείττονοσ τούτοιν ἑκατέρου, μυρίῳ γ’ αὖ νοῦσ ἡδονῆσ οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντοσ ἰδέᾳ. πῶσ γὰρ οὔ; οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγοσ ἀπεφήνατο, γίγνοιτ’ ἂν ἡ τῆσ ἡδονῆσ δύναμισ. ἐοίκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기