- 텍스트

Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος? 338:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 338:)

εἶπες γὰρ οὖν. καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη. ἀληθέστατα. οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως· ὀρθότατα. φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ. πῶς γὰρ οὔ· οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ ἂν ἡ τῆς ἡδονῆς δύναμις. ἐοίκεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION