호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ πῶσ; εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆσ αὐτῆσ ἰδέασ τιθέμενοσ καὶ σκοπῶν εἴ τισ ἄνευ τούτων δέξαιτ’ ἄν οἱ καὶ ὁτιοῦν εἶναι ἢ καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθ’ ὡσ πλείστην εἴθ’ ὡσ σφοδροτάτην, ἣν μήτε ἀληθῶσ δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθοσ μήτ’ αὖ μνήμην τοῦ πάθουσ μηδ’ ὁντινοῦν χρόνον ἔχοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기