호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν. τίν’ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν; ὦ Σώκρατεσ, εἰσ θαυμαστὸν διαφορᾶσ μέγεθοσ εἰσ σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν. οὐκοῦν ἀποκρινούμεθα ῥᾷον; τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δ’ αὐτῶν αἱ περὶ τὴν τῶν ὄντωσ φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺσ διαφέρουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기