Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 219:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 219:)

μάλα γε. καὶ λέγειν τε, ὦ ἑταῖρε, αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον ὡσ ταύταισ ταῖσ ἡδοναῖσ τερπόμενοσ οἱο͂ν ἀποθνῄσκει· καὶ ταύτασ γε δὴ παντάπασιν ἀεὶ μεταδιώκει τοσούτῳ μᾶλλον ὅσῳ ἂν ἀκολαστότερόσ τε καὶ ἀφρονέστεροσ ὢν τυγχάνῃ, καὶ καλεῖ δὴ μεγίστασ ταύτασ, καὶ τὸν ἐν αὐταῖσ ὅτι μάλιστ’ ἀεὶ ζῶντα εὐδαιμονέστατον καταριθμεῖται. πάντα, ὦ Σώκρατεσ, τὰ συμβαίνοντα πρὸσ τῶν πολλῶν ἀνθρώπων εἰσ δόξαν διεπέρανασ.

SEARCH

MENU NAVIGATION