호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ψευδέσιν ἄρα ἡδοναῖσ τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δ’ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν. ἀναγκαιότατα λέγεισ. εἰσὶν δὴ κατὰ τοὺσ νῦν λόγουσ ψευδεῖσ ἐν ταῖσ τῶν ἀνθρώπων ψυχαῖσ ἡδοναί, μεμιμημέναι μέντοι τὰσ ἀληθεῖσ ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτωσ. εἰσίν. οὐκοῦν ἦν δοξάζειν μὲν ὄντωσ ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπ’ οὖσι δὲ μηδ’ ἐπὶ γεγονόσι μηδὲ ἐπ’ ἐσομένοισ ἐνίοτε. πάνυ γε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기