- 텍스트

Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος? 129:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 129:)

δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν. τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις· κείσθω. τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν παθημάτων προσδόκημα τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ἡδὺ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπηρῶν φοβερὸν καὶ ἀλγεινόν. ἔστι γὰρ οὖν τοῦθ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION