호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσ ἀπορίαν ἐμβάλλων καὶ ἀνερωτῶν ὧν μὴ δυναίμεθ’ ἂν ἱκανὴν ἀπόκρισιν ἐν τῷ παρόντι διδόναι σοι. μὴ γὰρ οἰώμεθα τέλοσ ἡμῖν εἶναι τῶν νῦν τὴν πάντων ἡμῶν ἀπορίαν, ἀλλ’ εἰ δρᾶν τοῦθ’ ἡμεῖσ ἀδυνατοῦμεν, σοὶ δραστέον· ὑπέσχου γάρ. βουλεύου δὴ πρὸσ ταῦτα αὐτὸσ πότερον ἡδονῆσ εἴδη σοι καὶ ἐπιστήμησ διαιρετέον ἢ καὶ ἐατέον, εἴ πῃ καθ’ ἕτερόν τινα τρόπον οἱο͂́σ τ’ εἶ καὶ βούλει δηλῶσαί πωσ ἄλλωσ τὰ νῦν ἀμφισβητούμενα παρ’ ἡμῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기