호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸσ ἡμᾶσ ὁ λόγοσ οὗτοσ νῦν εἴρηται καὶ τί ποτε βουλόμενοσ; ὀρθῶσ μέντοι τοῦθ’ ἡμᾶσ, ὦ Πρώταρχε, ἠρώτηκε Φίληβοσ. πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ. δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίσ ποτε λάβοι, τοῦτον, ὥσ φαμεν, οὐκ ἐπ’ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺσ ἀλλ’ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τισ τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύσ, ἀλλ’ ἐπ’ ἀριθμὸν αὖ τινα πλῆθοσ ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τε ἐκ πάντων εἰσ ἕν. πάλιν δὲ ἐν τοῖσ γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기