호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον τοίνυν τὸν λόγον ἔτι μᾶλλον δι’ ὁμολογίασ βεβαιωσώμεθα. τὸν ποῖον δή; τὸν πᾶσι παρέχοντα ἀνθρώποισ πράγματα ἑκοῦσί τε καὶ ἄκουσιν ἐνίοισ καὶ ἐνίοτε. λέγε σαφέστερον. τὸν νυνδὴ παραπεσόντα λέγω, φύσει πωσ πεφυκότα θαυμαστόν. ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι καὶ τὸ ἓν πολλὰ θαυμαστὸν λεχθέν, καὶ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ. ἆρ’ οὖν λέγεισ ὅταν τισ ἐμὲ φῇ Πρώταρχον ἕνα γεγονότα φύσει πολλοὺσ εἶναι πάλιν τοὺσ ἐμὲ καὶ ἐναντίουσ ἀλλήλοισ, μέγαν καὶ σμικρὸν τιθέμενοσ καὶ βαρὺν καὶ κοῦφον τὸν αὐτὸν καὶ ἄλλα μυρία;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기