- 텍스트

Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος? 18:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φίληβος 18:)

λέγε πῶς· ἐμὲ θὲς ὑπὸ σοῦ πάλιν ἐρωτώμενον, ὦ Πρώταρχε. τὸ ποῖον δή· φρόνησίς τε καὶ ἐπιστήμη καὶ νοῦς καὶ πάνθ ὁπόσα δὴ κατ ἀρχὰς ἐγὼ θέμενος εἶπον ἀγαθά, διερωτώμενος ὅτι ποτ ἐστὶν ἀγαθόν, ἆρ οὐ ταὐτὸν πείσονται τοῦτο ὅπερ ὁ σὸς λόγος· πῶς· πολλαί τε αἱ συνάπασαι ἐπιστῆμαι δόξουσιν εἶναι καὶ ἀνόμοιοί τινες αὐτῶν ἀλλήλαις: εἰ δὲ καὶ ἐναντίαι πῃ γίγνονταί τινες, ἆρα ἄξιος ἂν εἰήν τοῦ διαλέγεσθαι νῦν, εἰ φοβηθεὶς τοῦτο αὐτὸ μηδεμίαν ἀνόμοιον φαίην ἐπιστήμην ἐπιστήμῃ γίγνεσθαι, κἄπειθ ἡμῖν οὕτως ὁ λόγος ὥσπερ μῦθος ἀπολόμενος οἴχοιτο, αὐτοὶ δὲ σῳζοίμεθα ἐπί τινος ἀλογίας·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION