호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γάρ. οὐδ ἄρ ἀλλοιοῦται οὐδαμῇ: τὸ δὲ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι μή τι ἄλλο ἦν ἢ τὸ μὲν οὐσίας μεταλαμβάνειν, τὸ δ ἀπολλύναι οὐσίαν· οὐδὲν ἄλλο. ὡῖ δέ γε μηδὲν τούτου μέτεστιν, οὔτ ἂν λαμβάνοι οὔτ ἀπολλύοι αὐτό. πῶς γάρ· τῷ ἑνὶ ἄρα, ἐπειδὴ οὐδαμῇ ἔστιν, οὔτε ἑκτέον οὔτε ἀπαλλακτέον οὔτε μεταληπτέον οὐσίας οὐδαμῶς. εἰκός. οὔτε ἄρα ἀπόλλυται τὸ μὴ ὀ`ν ἓν οὔτε γίγνεται, ἐπείπερ οὐδαμῇ μετέχει οὐσίας. οὐ φαίνεται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기