호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταὐτοῦ γὰρ οὐδαμοῦ ἅπτεται. εἰ δὲ μήτ ἀλλοιοῦται μήτε ἐν ταὐτῷ στρέφεται μήτε μεταβαίνει, ἆρ ἄν πῃ ἔτι κινοῖτο· ὀ`ν γὰρ ἐστὶ τὸ ταὐτόν: τὸ δὲ μὴ ὀ`ν ἔν τῳ τῶν ὄντων ἀδύνατον εἶναι. ἀδύνατον γάρ. οὐκ ἄρα τὸ ἕν γε μὴ ὀ`ν στρέφεσθαι ἂν δύναιτο ἐν ἐκείνῳ ἐν ᾧ μὴ ἔστιν. οὐ γὰρ οὖν. οὐδὲ μὴν ἀλλοιοῦταί που τὸ ἓν ἑαυτοῦ, οὔτε τὸ ὀ`ν οὔτε τὸ μὴ ὄν: οὐ γὰρ ἂν ἦν ὁ λόγος ἔτι περὶ τοῦ ἑνός, εἴπερ ἠλλοιοῦτο αὐτὸ ἑαυτοῦ, ἀλλὰ περὶ ἄλλου τινός. ὀρθῶς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기