호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ τὴν τῶν ἄλλων ἑτεροιότητα λέγει, ὅταν τὸ ἓν ἕτερον τῶν ἄλλων λέγῃ, ἀλλὰ τὴν ἐκείνου. φαίνεται. καὶ μὴν τοῦ γε ἐκείνου καὶ τοῦ τινὸσ καὶ τούτου καὶ τούτῳ καὶ τούτων καὶ πάντων τῶν τοιούτων μετέχει τὸ μὴ ὂν ἕν· οὐ γὰρ ἂν τὸ ἓν ἐλέγετο οὐδ’ ἂν τοῦ ἑνὸσ ἕτερα, οὐδ’ ἐκείνῳ ἄν τι ἦν οὐδ’ ἐκείνου, οὐδ’ ἄν τι ἐλέγετο, εἰ μήτε τοῦ τινὸσ αὐτῷ μετῆν μήτε τῶν ἄλλων τούτων. ὀρθῶσ. εἶναι μὲν δὴ τῷ ἑνὶ οὐχ οἱο͂́ν τε, εἴπερ γε μὴ ἔστι, μετέχειν δὲ πολλῶν οὐδὲν κωλύει, ἀλλὰ καὶ ἀνάγκη, εἴπερ τό γε ἓν ἐκεῖνο καὶ μὴ ἄλλο μὴ ἔστιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기