- 텍스트

Plato, Parmenides, Philebus, Symposium, Phaedrus, Παρμενίδης? 310:

(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Παρμενίδης 310:)

καὶ μὴν καὶ αὐτό γε τὸ ἓν πρὸς ἑαυτὸ οὕτως ἂν ἔχοι: μήτε μέγεθος ἐν ἑαυτῷ μήτε σμικρότητα ἔχον οὔτ ἂν ὑπερέχοιτο οὔτ ἂν ὑπερέχοι ἑαυτοῦ, ἀλλ ἐξ ἴσου ὀ`ν ἴσον ἂν εἰή ἑαυτῷ. πάνυ μὲν οὖν. τὸ ἓν ἄρα ἑαυτῷ τε καὶ τοῖς ἄλλοις ἴσον ἂν εἰή. φαίνεται. καὶ μὴν αὐτό γε ἐν ἑαυτῷ ὀ`ν καὶ περὶ ἑαυτὸ ἂν εἰή ἔξωθεν, καὶ περιέχον μὲν μεῖζον ἂν ἑαυτοῦ εἰή, περιεχόμενον δὲ ἔλαττον, καὶ οὕτω μεῖζον ἂν καὶ ἔλαττον εἰή αὐτὸ ἑαυτοῦ τὸ ἕν. εἰή γὰρ ἄν. οὐκοῦν καὶ τόδε ἀνάγκη, μηδὲν εἶναι ἐκτὸς τοῦ ἑνός τε καὶ τῶν ἄλλων·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION