호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνάγκη. ἀλλὰ μὴν τό γε περιέχον πέρας ἂν εἰή. πῶς δ οὔ· τὸ ἓν ἄρα ὀ`ν ἕν τέ ἐστί που καὶ πολλά, καὶ ὅλον καὶ μόρια, καὶ πεπερασμένον καὶ ἄπειρον πλήθει. φαίνεται. ἆρ οὖν οὐκ, ἐπείπερ πεπερασμένον, καὶ ἔσχατα ἔχον· ἀνάγκη. τί δέ· εἰ ὅλον, οὐ καὶ ἀρχὴν ἂν ἔχοι καὶ μέσον καὶ τελευτήν· ἢ οἱό῀ν τέ τι ὅλον εἶναι ἄνευ τριῶν τούτων· κἄν του ἓν ὁτιοῦν αὐτῶν ἀποστατῇ, ἐθελήσει ἔτι ὅλον εἶναι· οὐκ ἐθελήσει. καὶ ἀρχὴν δή, ὡς ἐοίκεν, καὶ τελευτὴν καὶ μέσον ἔχοι ἂν τὸ ἕν. ἔχοι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기