호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βούλει οὖν ἐπὶ τὴν ὑπόθεσιν πάλιν ἐξ ἀρχῆσ ἐπανέλθωμεν, ἐάν τι ἡμῖν ἐπανιοῦσιν ἀλλοῖον φανῇ; πάνυ μὲν οὖν βούλομαι. οὐκοῦν ἓν εἰ ἔστιν, φαμέν, τὰ συμβαίνοντα περὶ αὐτοῦ, ποῖά ποτε τυγχάνει ὄντα, διομολογητέα ταῦτα· οὐχ οὕτω; ναί. ὁρ́α δὴ ἐξ ἀρχῆσ. ἓν εἰ ἔστιν, ἆρα οἱο͂́ν τε αὐτὸ εἶναι μέν, οὐσίασ δὲ μὴ μετέχειν; οὐχ οἱο͂́ν τε. οὐκοῦν καὶ ἡ οὐσία τοῦ ἑνὸσ εἰή ἂν οὐ ταὐτὸν οὖσα τῷ ἑνί· οὐ γὰρ ἂν ἐκείνη ἦν ἐκείνου οὐσία, οὐδ’ ἂν ἐκεῖνο, τὸ ἕν, ἐκείνησ μετεῖχεν, ἀλλ’ ὅμοιον ἂν ἦν λέγειν ἕν τε εἶναι καὶ ἓν ἕν. νῦν δὲ οὐχ αὕτη ἐστὶν ἡ ὑπόθεσισ, εἰ ἓν ἕν, τί χρὴ συμβαίνειν, ἀλλ’ εἰ ἓν ἔστιν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기