호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο γὰρ αὐτό, ἡ τῆς ποιήσεως ἐπίκλησις, τῶν ποιουμένων αὐτῶν δυσχέρειαν ἀπεργάζοιτ ἄν. σχεδὸν δ οὐδὲ χώρας συμπάσης γεωργία: οὐ γὰρ τέχνῃ ἀλλὰ φύσει κατὰ θεὸν πάντες φαινόμεθα γῆν μετακεχειρίσθαι. καὶ μὴν οὐδ ἡ τῶν οἰκήσεών γε συνυφὴ καὶ σύμπασα οἰκοδομία καὶ σκευῶν πάντων ἀπεργαστική, χαλκεία τε καὶ ἡ τῶν τεκτονικῶν καὶ πλαστικῶν καὶ πλεκτικῶν καὶ ἔτι συμπάντων ὀργάνων παρασκευή, δήμῳ τὸ πρόσφορον ἔχουσα, ἀλλ οὐκ ἐπ ἀρετῇ λεγομένη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기