호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ οὐ τούτῳ σφόδρα προσέοιχ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις, πλείων τῆς ἐλπίδος ἑκάστῳ γιγνομένη τῶν ὅσοι ἐν ἡμῖν δυνατοὶ γίγνονται φρονίμως αὑτοὺς ἄλλους τε ἐξετάσαι συμφώνως διὰ λόγων πάντων καὶ πάντῃ λεγομένων· ταῦτα οὐχ οὕτως ἢ ταύτῃ συμφήσομεν ἔχειν· συμφήσομεν ἐπ ἐλπίδι σοι ἴσως ταῦτ, ὦ ξένε, τῇ μετὰ σοῦ κατὰ χρόνον ἂν γενομένῃ, δοξάσαι περὶ αὐτῶν εἰς αὖθις τὸ ἀληθέστατον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기